Opus · 荷马

伊利亚特·卷 4(古希腊原文)


   1  οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
      χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
      νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
      δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
   5  αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
      κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
      δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
      Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
      ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
  10  τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
      αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
      καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
      ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
      ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
  15  ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
      ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
      εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
      ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
      αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
  20  ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
      πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
      ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
      σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
      Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
  25  αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
      πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
      ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
      λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
      ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  30  τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
      δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
      τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
      Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
      εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
  35  ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
      ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
      ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
      σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  40  ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
      τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
      μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
      καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
      αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
  45  ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
      τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
      καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
      οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
      λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
  50  τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
      ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
      Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
      τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
      τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
  55  εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
      οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
      ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
      καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
      καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
  60  ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
      κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
      ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
      σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
      ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
  65  ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
      πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
      ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
      ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
      αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  70  αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
      πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
      ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
      ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
      βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  75  οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
      ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
      λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
      τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
      κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
  80  Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
      ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
      ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
      ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
      Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
  85  ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
      ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
      Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
      Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
      εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
  90  ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
      λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
      ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
      ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
      τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
  95  πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
      ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
      τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
      αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
      σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
 100  ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
      εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
      ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
      οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
      ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
 105  αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
      ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
      πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
      βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
      τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
 110  καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
      πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
      καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
      ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
      μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
 115  πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
      αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
      ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
      αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
      εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
 120  ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
      οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
      ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
      νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
      αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
 125  λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
      ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
      οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
      ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
      ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
 130  ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
      παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
      αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
      χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
      ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
 135  διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
      καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
      μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
      ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
      ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
 140  αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
      ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
      Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
      κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
      ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
 145  ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
      τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
      εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
      ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
      ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
 150  ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
      ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
      ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
      τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
      χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
 155  φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
      οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
      ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
      οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
      σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
 160  εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
      ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
      σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
      εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
      ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
 165  καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
      Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
      αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
      τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
      ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
 170  αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
      καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
      αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
      κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
      Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
 175  κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
      καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
      τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
      αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
      ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
 180  καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
      σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
      ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
      τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
      θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
 185  οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
      εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
      ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
      αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
 190  ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
      φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
      ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
      Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
      φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
 195  ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
      ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
      Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
      ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
      βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
 200  παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
      ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
      λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
      ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
      ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
 205  ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
      ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
      Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
      ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
      βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
 210  ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
      βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
      κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
      αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
      τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
 215  λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
      ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
      αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
      αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
      πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
 220  ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
      τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
      οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
      ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
      οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
 225  ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
      ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
      καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
      Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
      τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
 230  γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
      αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
      καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
      τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
      Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
 235  οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
      ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
      τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
      ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
      ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
 240  οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
      τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
      Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
      τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
      αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
 245  ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
      ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
      ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
      εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
      ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
 250  ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
      ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
      οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
      Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
      Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
 255  τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
      αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
      Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
      ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
      ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
 260  Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
      εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
      δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
      ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
      ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
 265  τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
      Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
      ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
      ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
      ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
 270  Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
      ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
      ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
      ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
      τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
 275  ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
      ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
      τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
      φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
      ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
 280  τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
      δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
      κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
      καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
      καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 285  Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
      σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
      αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
      αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
      τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
 290  τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
      χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
      ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
      ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
      οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
 295  ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
      Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
      ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
      πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
      ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
 300  ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
      ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
      σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
      μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
      οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
 305  μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
      ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
      ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
      ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
      τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
 310  ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
      καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
      ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
 315  ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
      ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
      Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
      ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
 320  ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
      εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
      ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
      βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
      αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
 325  ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
      ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
      εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
      ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
      αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
 330  πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
      ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
      ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
      Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
      ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
 335  Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
      τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
      καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
      ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
      καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
 340  τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
      σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
      ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
      πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
      ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
 345  ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
      οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
      νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
      ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
      τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
 350  Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
      πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
      Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
      ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
      Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
 355  Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
      τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
      ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
      διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
      οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
 360  οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
      ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
      ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
      εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
      ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
 365  εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
      ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
      πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
      καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
      καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 370  ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
      τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
      οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
      ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
      ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
 375  ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
      ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
      ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
      οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
      καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
 380  οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
      ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
      οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
      Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
      ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
 385  αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
      δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
      ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
      τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
      ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
 390  ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
      οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
      ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
      κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
      Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
 395  υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
      Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
      πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
      Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
      τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
 400  γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
      ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
      αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
      τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
      Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
 405  ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
      ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
      παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
      πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
      κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
 410  τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
      τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
      τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
      οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
      ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
 415  τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
      Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
      τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
      ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
      ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
 420  δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
      ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
      ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
      ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
      πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
 425  χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
      κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
      ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
      νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
      ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
 430  τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
      σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
      τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
      Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
      μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
 435  ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
      ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
      οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
      ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
      ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
 440  Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
      Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
      ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
      οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
      ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
 445  ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
      οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
      σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
      χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
      ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
 450  ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
      ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
      ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
      ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
      κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
 455  τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
      ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
      πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
      ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
      τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
 460  ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
      αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
      ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
      τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
      Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
 465  ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
      τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
      νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
      πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
      οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
 470  ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
      ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
      ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
      ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
      ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
 475  Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
      γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
      τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
      θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
      ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
 480  πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
      δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
      ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
      ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
      λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
 485  τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
      ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
      ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
      τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
      Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
 490  Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
      τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
      βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
      ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
      τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
 495  βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
      στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
      ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
      ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
      ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
 500  ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
      τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
      κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
      αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
      δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
 505  χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
      Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
      ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
      Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
      ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
 510  Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
      χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
      οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
      μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
      ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
 515  ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
      ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
      ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
      χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
      κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
 520  Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
      ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
      ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
      κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
      θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
 525  Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
      χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
      τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
      στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
      ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
 530  ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
      τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
      τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
      Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
      οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
 535  ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
      ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
      ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
      ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
      ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
 540  ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
      δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
      χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
      πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
      πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
← 回到 荷马作家页