Opus · 荷马

奥德赛·卷 19(古希腊原文)


   1  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
      μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
      αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
      Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
   5  πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
      παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
      ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
      οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
      ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10  πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
      μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
      ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
      καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
      ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
      μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι
                     γυναῖκας,
      ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
      καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
      πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20  νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
      τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
      αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
      οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
      ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25  δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
      τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
      ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
      χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
      ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30  κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
      τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
      ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
      ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
      χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35  δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
      ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν
                     ὁρῶμαι.
      ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
      εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
      φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40  ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
      τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
      αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
      ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45  ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
      ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
      ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
      κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
      ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  50  ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
      αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
      μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
      ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
      Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  55  τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
      δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
      ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
      προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
      ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  60  ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
      αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
      καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
      πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
      νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  65  ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
      ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
      δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
      ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
      ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  70  τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
      ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
      πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
      τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  75  καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
      ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
      τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
      ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
      οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  80  ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
      τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
      ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
      μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
      ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  85  εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
      ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
      Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
      λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
      ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  90  ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
      πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις
      ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
      πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
      ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  95  ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
      ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
      Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
      ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
      ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
 100  ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
      δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
      ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
      τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
      ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
 105  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
      νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
      ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
 110  ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
      εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
      πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
      τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
      ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
 115  τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
      μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
      μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
      μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
      οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
 120  ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
      μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
      φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
      τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
      ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
 125  ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
      Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
      εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
      μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
      νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
 130  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
      Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
      οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
      οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
      τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
 135  οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
      ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
      οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
      φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
      στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
 140  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
      κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,
      μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
      ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
      Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
 145  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
      μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
      αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
      ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.
      ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
 150  νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
      ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
      ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
      μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
      καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
 155  εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
      ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
      νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
      μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
      γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
 160  γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
      οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
      ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
      οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 165  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
      ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
      πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
      ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
 170  πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
      ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
      Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
      καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
      πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
 175  ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
      ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
      Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
      τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
      ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
 180  πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
      Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
      ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
      ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
      ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
 185  ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
      καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
      ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
      στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
      ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
 190  αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
      ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
      τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
      οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
      τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
 195  ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
      καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
      δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
      καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
      ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
 200  εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
      εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
      τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
      ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
      τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
 205  ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
      ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
      τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
      ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
      κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
 210  θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
      ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
      ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
      ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
      ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
 215  νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
      εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
      ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
      εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
      αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
 220  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
      εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
      ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
      αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
 225  χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
      διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
      αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
      ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
      ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
 230  ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
      αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
      τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
      οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
      τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
 235  ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
      ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
      ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
      ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
 240  ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
      καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
      καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
      αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
      καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
 245  εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
      γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
      Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
      ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
      ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,
 250  σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
      ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
      καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
      νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,
      ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
 255  αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
      πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
      κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
      οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
      τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
 260  ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
      τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
 265  καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
      κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
      ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
      ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
      νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
 270  ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
      ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
      ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
      αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
      ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
 275  Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
      Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
      οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
      τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
      Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
 280  οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
      καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
      οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
      ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
      χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
 285  ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
      οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
      ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
      ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
      νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
 290  οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
      ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
      ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
      καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
      καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
 295  ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
      τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
      ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
      ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
      ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
 300  ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
      ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
      δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
      ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
      ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
 305  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
      τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
      τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
 310  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
      ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
      ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
      οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
      τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
 315  οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
      ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
      ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
      δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
      ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
 320  ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
      ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
      ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
      τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
      ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
 325  πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
      ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
      εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
      δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
      ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
 330  τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
      ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
      ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
      τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
      πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
 335  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
      ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
      νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
 340  κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
      πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
      ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
      οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
      γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
 345  τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
      εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
      ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
      τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 350  ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
      ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
      ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
      ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
      ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
 355  δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
      ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
      ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
      νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
      ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
 360  αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
      δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
      ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς
      ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
 365  οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
      πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
      ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
      γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
      νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
 370  οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
      ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
      ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
      τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
      οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
 375  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
      τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
      καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
      κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
      πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
 380  ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
      ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
      ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
      ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
 385  ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
      τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
      ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
      ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
 390  αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
      οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
      νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
      οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
      Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
 395  μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
      κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
      Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
      ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
      Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
 400  παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
      τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
      παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
      Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
      παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
 405  τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
      γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
      πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
      ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
      τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
 410  ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
      ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
      τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
      τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ
                  δῶρα.
      τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
 415  χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
      μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
      κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
      Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
      δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
 420  αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
      τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
      μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
      ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
      ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
 425  δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
      ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
      δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
      ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
      βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
 430  υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
      ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
      Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
      Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
      ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
 435  οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
      ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
      υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
      ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
      ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
 440  τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
      οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
      οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
      ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
      τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
 445  ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
      φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
      στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
      ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
      οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
 450  γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
      λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
      τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
      ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
      κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
 455  τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
      ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
      δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
      ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
      τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
 460  εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
      καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
      εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
      χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
      οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
 465  ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
      Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
      τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
      γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
      ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
 470  ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
      τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
      δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
      ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
      ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε
 475  πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
      ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
      πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
      ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
      τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
 480  χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
      τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
      μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ
      τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
      ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
 485  ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
      σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
      ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
      εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
      οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
 490  δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
      τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
      οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
      ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
 495  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
      δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
      αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
 500  μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
      εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
      ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
      ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
      οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
 505  αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
      αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
      θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
      τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
      ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
 510  καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
      ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
      αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
      ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
      ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
 515  αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
      κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
      ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
      ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
      καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
 520  δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
      ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
      παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
      κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
      ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
 525  ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
      κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
      εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
      ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
      μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
 530  παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
      γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
      νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
      καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
      κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
 535  ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
      χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
      ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
      ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
      πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
 540  ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
      αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
      ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
      οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
      ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
 545  φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
      θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
      οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
      χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
      ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
 550  ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
      ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
      παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
      πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·
 555  ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
      ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
      πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
      πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 560  ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
      γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
      δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
      αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
      τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
 565  οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
      οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
      οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
      ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
      ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
 570  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
      ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
      οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
      τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
      ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
 575  στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
      νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
      ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
      καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
      τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
 580  κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
      τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
      τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
      ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
      μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
 585  πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
      πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
      νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
      τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
      εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
 590  τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
      ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
      ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
      ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
      ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
 595  λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
      αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
      ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
      ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
      ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
 600  ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
      οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
      ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
      κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
      ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
← 回到 荷马作家页